Colossians 1

1Παῦλος ἀπόστολος
 Χριστοῦ Ἰησοῦ = WH Treg NA/NIV: || Ἰησοῦ Χριστοῦ = RP
Χριστοῦ Ἰησοῦ ⸃ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ἀδελφὸς
2τοῖς ἐν
 Κολοσσαῖς = WH NA/NIV: || Κολασσαῖς = Treg RP
Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς
 ἡμῶν = WH Treg NA/NIV: || ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ = RP
ἡμῶν.

3Εὐχαριστοῦμεν τῷ
 θεῷ = WH NA/NIV: || θεῷ καὶ = Treg RP
θεῷ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε
 περὶ = WH NA/NIV RP: || ὑπὲρ = Treg
περὶ ὑμῶν προσευχόμενοι,
4ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην
 ἣν ἔχετε = WH Treg NA/NIV: || τὴν = RP
ἣν ἔχετε ⸃ εἰς πάντας τοὺς ἁγίους
5διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου 6τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ
 κόσμῳ = WH Treg NA/NIV: || κόσμῳ καὶ = RP
κόσμῳ ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν, ἀφ᾽ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ·
7
 καθὼς = WH Treg NA/NIV: || καθὼς καὶ = RP
καθὼς ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ
 ἡμῶν = WH Treg NIV: || ὑμῶν = RP NA
ἡμῶν διάκονος τοῦ Χριστοῦ,
8 καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι.

9Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ᾽ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, 10
 περιπατῆσαι = WH Treg NA/NIV: || περιπατῆσαι ὑμᾶς = RP
περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι
 τῇ ἐπιγνώσει = WH Treg NA/NIV: || εἰς τὴν ἐπίγνωσιν = RP
τῇ ἐπιγνώσει ⸃ τοῦ θεοῦ,
11ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς, 12εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι
 ὑμᾶς = WH NA/NIV: || ἡμᾶς = Treg RP
ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί,
13ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, 14ἐν ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· 15ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, 16ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ
 πάντα = WH Treg NA/NIV: || πάντα τὰ = RP
πάντα ἐν τοῖς οὐρανοῖς
 καὶ = WH NA/NIV: || καὶ τὰ = Treg RP
καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·
17καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, 18καὶ αὐτός ἐστιν κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς
 ἐστιν = Treg NA/NIV RP: || ἐστιν ἡ = WH
ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων,
19ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι 20καὶ δι᾽ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ,
 δι’ αὐτοῦ = WH RP NA: || [omit] = Treg NIV
[δι᾽ αὐτοῦ] ⸃ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ
 ἐν = WH Treg NA/NIV: || ἐπὶ = RP
ἐν τοῖς οὐρανοῖς·
21καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς— 22νυνὶ δὲ
 ἀποκατηλλάγητε = Holmes: || ἀποκατήλλαξεν = WH Treg NA/NIV RP
ἀποκατηλλάγητε ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου— παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ,
23εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν
 πάσῃ = WH Treg NA/NIV: || πάσῃ τῇ = RP
πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.

24Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ἐστιν ἐκκλησία, 25ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, 26τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν,—
 νῦν = WH Treg NA/NIV: || νυνὶ = RP
νῦν δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ,
27οἷς ἠθέλησεν θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν,
 ὅ = WH Treg NA/NIV: || ὅς = RP
ἐστιν Χριστὸς ἐν ὑμῖν, ἐλπὶς τῆς δόξης·
28ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν
 Χριστῷ = WH Treg NA/NIV: || Χριστῷ Ἰησοῦ = RP
Χριστῷ·
29εἰς καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.



Copyright information for SBLG